Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.33 Joseph. BJ 2.38 (English) >>Joseph. BJ 2.44

2.36 γὰρ σωφρονῶν ὥστε τῷ δεσπότῃ τῶν ὅλων παραχωρεῖν τῆς ἐξουσίας οὐ δή που περὶ κληρονόμου κρίσιν ἐσφάλλετο, σωφρονῶν δʼ ᾑρεῖτο καὶ τὸν καθιστάμενον γινώσκων τὸν καθιστάντα. 2.37

Διεξελθόντος δὲ πάντα καὶ Νικολάου παρελθὼν Ἀρχέλαος προπίπτει τῶν Καίσαρος γονάτων ἡσυχῆ. κἀκεῖνος αὐτὸν μάλα φιλοφρόνως ἀναστήσας ἐνέφηνεν μὲν ὡς ἄξιος εἴη τῆς πατρῴας διαδοχῆς, οὐ μήν τι βέβαιον ἀπεφήνατο. 2.38διαλύσας δὲ τοὺς συνέδρους ἐκείνης τῆς ἡμέρας καθʼ ἑαυτὸν περὶ ὧν διήκουσεν ἐσκέπτετο, εἴτε χρὴ τῶν ἐν ταῖς διαθήκαις καταστῆσαί τινα διάδοχον, εἴτε καὶ πάσῃ τῇ γενεᾷ διανεῖμαι τὴν ἀρχήν· ἐδόκει γὰρ ἐπικουρίας τὸ πλῆθος τῶν προσώπων χρῄζειν.

-- --

2.39

Πρὶν δὲ ὁρίσαι τι περὶ τούτων Καίσαρα τελευτᾷ μὲν Ἀρχελάου μήτηρ Μαλθακὴ νοσήσασα, παρὰ Οὐάρου δʼ ἐκομίσθησαν ἐκ Συρίας ἐπιστολαὶ περὶ τῆς Ἰουδαίων ἀποστάσεως, 2.40ἣν προϊδόμενος Οὔαρος, ἀνέβη γὰρ μετὰ τὸν Ἀρχελάου πλοῦν εἰς Ἱεροσόλυμα τοὺς παρακινοῦντας καθέξων, ἐπειδὴ πρόδηλον ἦν τὸ πλῆθος οὐκ ἠρεμῆσον, ἓν τῶν τριῶν ἀπὸ Συρίας ταγμάτων, ὅπερ ἄγων ἧκεν, ἐν τῇ πόλει καταλείπει. 2.41καὶ αὐτὸς μὲν ὑπέστρεψεν εἰς Ἀντιόχειαν, ἐπελθὼν δὲ Σαβῖνος ἀφορμὴν αὐτοῖς παρέσχεν νεωτεροποιίας· τούς τε γὰρ φρουροὺς παραδιδόναι τὰς ἄκρας ἐβιάζετο καὶ πικρῶς τὰ βασιλικὰ χρήματα διηρεύνα, πεποιθὼς οὐ μόνον τοῖς ὑπὸ Οὐάρου καταλειφθεῖσι στρατιώταις, ἀλλὰ καὶ πλήθει δούλων ἰδίων, οὓς ἅπαντας ὁπλίσας ὑπηρέταις ἐχρῆτο τῆς πλεονεξίας.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.33 Joseph. BJ 2.38 (English) >>Joseph. BJ 2.44

Powered by PhiloLogic